Χαίροις ὁ ἐν ἐσχάτοις καιροῖς, ἐξανατείλας ὡς ἀστὴρ οὐρανόφωτος, καὶ αἴγλῃ τῶν σῶν θαυμάτων, φωταγωγῶν νοητῶς, τους ἐσκοτισμένους ἐν τοῖς πάθεσιν· ὁ νοῦς ὁ θεόληπτος, ὁ φωτὸς θείου ἔμπλεως, ὁ ἐν τῷ νόμῳ, μελετήσας ὡς γέγραπται, τοῦ Θεοῦ ἡμῶν, ἐν συνέσει Νεκτάριε· λύχνος ὁ παμφαέστατος, ὁ ἤδη τῷ βίῳ σου, τῆς εὐσεβείας τὸ φέγγος, αὐγάζων Πάτερ τοῖς πέρασι. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Πηγή: https://glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου