Τρίτη 15 Αυγούστου 2023

Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι

 Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι τήν, Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐν πᾶσι μὴ χωρουμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σύν' Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες, ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι. Συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.

Πηγή:https://glt.goarch.org

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Παραβολὴ τοῦ σπλαχνικοῦ Σαμαρείτη (Λουκ ι΄25-37) - Anthony Bloom Metropolitan of Sourozh (1914- 2003)

  Εἰς τὸ Ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ Τοῦ Ἁγίου Πνεύματος. Ἐν συντομίᾳ, τὸ σημερινὸ Εὐαγγέλιο ἐμπεριέχει ὅλα ὅσα ἀποτελοῦν τὸν τρόπο ζω...