Συνήθροισας θεοφόρων Πατέρων, τὸν μακάριον χορὸν παραδόξως, καὶ δι' αὐτῶν, Κωνσταντῖνε τὰς πάντων, κυμαινομένας καρδίας ἐστήριξας, ὁμότιμον δοξολογεῖν, τῷ τεκόντι τὸν Λόγον καὶ σύνθρονον.
Πιστεύσασα ἐπὶ Κύριον ζῶντα, τὸν τὸ εἶναι παρεχόμενον πᾶσι, τῶν βδελυκτῶν, καὶ ματαίων εἰδώλων νεκροποιὰ ἀπεβάλου θρησκεύματα καὶ εἴληφας περιχαρῶς, βασιλείαν Ἑλένη οὐράνιον.Παλάμῃ σου κυβερνώμενοι Λόγε, ἀγνωσίας τὸ βαθύτατον σκότος, καὶ τῆς δεινῆς ἀθεΐας τὸν σάλον, οἱ διά σου βασιλεύοντες ἔλιπον, καὶ ἤχθησαν πρὸς γαληνούς, εὐσεβείας λιμένας γηθόμενοι.
Πηγή:https://glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου